Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.274 Joseph. AJ 9.279 (English) >>Joseph. AJ 9.284

9.277

Σαλμανάσσης δὲ τῶν Ἀσσυρίων βασιλεύς, ἐπεὶ ἠγγέλη αὐτῷ τῶν Ἰσραηλιτῶν βασιλεὺς Ὠσείης πέμψας κρύφα πρὸς Σώαν τὸν τῶν Αἰγυπτίων βασιλέα παρακαλῶν αὐτὸν ἐπὶ συμμαχίαν τὴν κατʼ αὐτοῦ, παροξυνθεὶς ἐστράτευσεν ἐπὶ τὴν Σαμάρειαν ἔτει ἑβδόμῳ τῆς Ὠσήου βασιλείας. 9.278οὐ δεξαμένου δʼ αὐτὸν τοῦ βασιλέως ἔτεσι πολιορκήσας τρισὶν εἷλε κατὰ κράτος τὴν Σαμάρειαν, ἔνατον μὲν ἔτος Ὠσήου βασιλεύοντος ἕβδομον δὲ Ἐζεκίου τοῦ τῶν Ἱεροσολυμιτῶν βασιλέως, καὶ τὴν τῶν Ἰσραηλιτῶν ἡγεμονίαν ἄρδην ἠφάνισε καὶ πάντα τὸν λαὸν μετῴκισεν εἰς τὴν Μηδίαν καὶ Περσίδα, ἐν οἷς καὶ τὸν βασιλέα Ὠσῆν ζῶντα ἔλαβε. 9.279καὶ μεταστήσας ἄλλα ἔθνη ἀπὸ Χούθου τόπου τινός, ἔστι γὰρ ἐν τῇ Περσίδι ποταμὸς τοῦτʼ ἔχων τοὔνομα, κατῴκισεν εἰς τὴν Σαμάρειαν καὶ τὴν τῶν Ἰσραηλιτῶν χώραν. 9.280μετῴκησαν οὖν αἱ δέκα φυλαὶ τῶν Ἰσραηλιτῶν ἐκ τῆς Ἰουδαίας μετὰ ἐτῶν ἀριθμὸν ἐνακοσίων τεσσαρακονταεπτά, ἀφʼ οὗ χρόνου τὴν Αἴγυπτον ἐξῆλθον αὐτῶν οἱ πρόγονοι, ὃν δὲ κατέσχον τὴν χώραν ταύτην στρατηγοῦντος Ἰησοῦ ἔστιν ἐτῶν ὀκτακοσίων· ἀφʼ οὗ δʼ ἀποστάντες ἀπὸ Ῥοβοάμου τοῦ Δαυίδου υἱωνοῦ τὴν βασιλείαν Ἱεροβοάμῳ παρέδοσαν, ὥς μοι καὶ πρότερον δεδήλωται, ἔτη ἐστὶ διακόσια τεσσαράκοντα μῆνες ἑπτὰ ἡμέραι ἑπτά. 9.281καὶ τέλος μὲν τοὺς Ἰσραηλίτας τοιοῦτο κατέλαβε παραβάντας τοὺς νόμους καὶ παρακούσαντας τῶν προφητῶν, οἳ προύλεγον ταύτην αὐτοῖς τὴν συμφορὰν μὴ παυσαμένοις τῶν ἀσεβημάτων.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.274 Joseph. AJ 9.279 (English) >>Joseph. AJ 9.284

Powered by PhiloLogic